Μέγας Παρακλητικός Κανών στον Άγιο Γεώργιο τον Τροπαιοφόρο

Ποίημα Νήφωνος Μοναχοῦ, Ἁγιορείτου, Ἱερὰ Μονὴ Ξενοφῶντος, Ἅγιον Ὅρος.

Μέγας Παρακλητικός Κανών στον Άγιο Γεώργιο τον Τροπαιοφόρο

Μέγας Παρακλητικός Κανών στον Άγιο Γεώργιο τον Τροπαιοφόρο

ς τῶν αἰχμαλώτων ἐλευθερωτὴς καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρεσβεῦε Χριστῷ Τῷ Θεῷ σωθῆναι τάς ψυχὰς ἡμῶν.

 

Μετὰ τὸ εὐλογητός, τὸ Κύριε εἰσάκουσον, τὸ Θεὸς Κύριος, καὶ τὰ τροπάρια ταῦτα, εἰς ἦχον δ’.

 

ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

 

Τῶν αἰχμαλώτων καὶ τῶν πτωχῶν ἀντιλήπτωρ, χειμαζομένων τε παντοίων ῥύστης, καὶ τῶν νοσούντων ἴασις γενόμενος, τοὺς ὑπὸ τὴν σκέπην σου παροτρύνεις βοᾶν σου, ἅγιε Γεώργιε, μὴ παρίδῃς εἰς τέλος, τοὺς πεποιθότας μάρτυς ἐπὶ σοί, καὶ τὸν ἐν κλίνῃ ὑγείω σον δοῦλον σοῦ.

 

Δόξα ὅμοιον.

 

Τροπαιοφόρε τοῦ Χριστοῦ στρατιῶτα, θαυμαστός τε καὶ περίδοξος μάρτυς, καὶ τῶν πιστῶν ὑπέρμαχος μέγιστος, ῥῦσαι κατακείμενον, τὸν ἐν κλίνῃ νοσοῦντα, δοῦλον σου Γεώργιε, τὸν πρὸς σὲ προσφυγόντα, καὶ διἡμῶν τὴν δέησιν σοφέ, νῦν σοι προσφέρει τὴν ῥῶσιν αἰτούμενος.

 

Καὶ νῦν. Οὐ σιωπήσωμέν ποτε.

 

Εἴτα ὁ Ν’ ψαλμός, καὶ ἀρχόμεθα τοῦ κανόνος.

Οὐ ἡ ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων.

Τῷ Γεωργίῳ σοι τὴν δέησιν φέρω.

 

Ὠδὴ ἀ’. ἦχος πλ.δ’

Ἁρματηλάτην Φαραώ.

 

Ἅγιε τοῦ Θεοῦ.

 

Τῷ Γεωργίῳ ὡς Χριστοῦ θεράποντι, ἡμῶν δὲ πρύτανι καὶ προστάτη θείῳ, ὕμνον σοι προσφέρομεν, οἱ δοῦλοι Σου πολύαθλε, ὅπως σώσῃς εὐχαῖς σου, τὸν ἀσθενοῦντα ἱκέτην σου, καὶ χαρὰς πληρώσῃς τοὺς ἅπαντας.

 

Ἅγιε τοῦ Θεοῦ.

ς πεπλησμένος ἁμαρτίαις πέπονθα, νόσου δυσχέρειαν, Κύριε Θεέ μου, ἀλλ’αὐτὸς μὲ ἴασαι, καὶ λύτρωσιν παράσχου μοι, ταῖς του σοῦ ἱκεσίαις, θεράποντος καὶ προστάτου μου, θείου Γεωργίου σου μάρτυρος.

 

Δόξα.

 Γεωργηθεὶς παρὰ Θεοῦ Γεώργιε, γεωργηθέντα κἀμέ, ὑπὸ ἁμαρτίας ὡς παθῶν αἰχμάλωτον, καὶ νῦν νοσηλευόμενον, πρὸς Θεὸν ταῖς λιταῖς σου, ἐξ ἀμφοτέρων μὲ λυτρώσαι, κράζω σοὶ τῷ θείῳ προστάτῃ μου.

 

Καὶ νῦν.

 Τὸν λυτρωτὴν καὶ παντουργὸν καὶ κύριον, κυοφορήσασα, τὸν τάς ἡμῶν νόσους, πάναγνε βαστάσαντα, αὐτὸν οὖν καθικέτευε, χαλεπῆς ἀσθενείας, τὸν σὸν ἱκέτην λυτρώσασθαι, μόνη τῶν ἀνθρώπων βοήθεια.

 

Ὠδὴ γ’. Ὁ στερεώσας κατ’ἀρχὰς

 

Ἅγιε τοῦ Θεοῦ.

 πὶ τῆς θείας σου σοφέ, εἰκόνος οἱ τῆς μόνης σου, γόνυ κλίναντες αἰτοῦμεν τὴν λύσιν, τῶν ἁμαρτιῶν ἡμῶν, καὶ τὸν ἐν κλίνῃ κείμενον, τῷ πιεσμῷ τῆς νόσου, τούτω τὴν ἴασιν δώρησαι.

 

Ἅγιε τοῦ Θεοῦ.

 ς μεγαλώνυμος Χριστοῦ, Γεώργιε ἀθλοφόρος, ὡς ἐξαίρετος ἐν μάρτυσι μάρτυς, τῶν σῶν δούλων ἐκπληροίς, δεήσεις προστρεχόντων σοι, τῷ σῷ ναῷ καὶ τούτους, ποιεῖς οἰκείους τῷ κτίστῃ σου.

 

Δόξα.

 ῶσιν ψυχῆς καὶ τῆς σαρκός, τῷ ἐπὶ κλίνῃς κειμένῳ, δὸς τῷ δούλῳ σου Γεώργιε μάρτυς, καὶ τοὺς πόνους καὶ πληγάς, τὸν ῥίγον καὶ τὴν στένωσιν, καὶ τάς φλογώσεις πάσας, καὶ κακουχίας ἀφάνισον.

 

Καὶ νῦν.

 Τῶν ἰαμάτων σε πηγήν, Χριστὸς ὁ μόνος υἱός σου, σὲ καὶ ἄβυσσον ἀπέδειξε μόνην, διο Πάναγνε τὸν σόν, ῥῦσαι πιστὸν ἱκέτην σου, τραυματισθέντα νόσῳ καὶ θεραπείαν αἰτούμενον.

 

Διάσωσον ἀπὸ κινδύνων καὶ ἀσθενείας τὸν σὸν ἱκέτην, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, Γεώργιε στεφανῖτα Κυρίου.

 

πίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

 Μνημονεύει ὁ ἱερεὺς τὸν ἀσθενοῦντα ἀδελφὸν καὶ μετὰ τὴν ἐκφώνησιν,

λέγομεν τὸ πάρον τροπάριον, ἠχ.β’

Τὰ ἄνω ζητῶν.

 Προστάτην θερμόν, καὶ μέγαν ἀντιλήπτορα, ἱκέτης ὁ σός, γινώσκει σὲ Γεώργιε, τοῦτον οὖν ἐπίσκεψαι τάχιον, καὶ ἐκ τῆς κλίνης ἔγειραι αὐτόν, καὶ τῆς ὀδύνης καὶ νόσου ἀπάλλαξον.

 

Ὠδὴ δ’. Σύ μου ἰσχὺς Κύριε

Ἅγιε τοῦ Θεοῦ.

 Γεωργηθείς, ὑπὸ Χριστοῦ μου Γεώργιε, τὴν ὑγείαν, ἐφ’ἡμᾶς γεώργησον, τῆς τε ψυχῆς καὶ τὴν τῆς σαρκός, καὶ τὸν σὸν ἱκέτην, τὸν νόσῳ κατατρυχώμενον, πρεσβείαις σου ἁγίαις, τούτω παράσχου πᾶσαν ῥῶσιν, ἐκ τῶν πυλῶν τοῦ θανάτου ῥυόμενος.

 

Ἅγιε τοῦ Θεοῦ.

 να τῆς σῆς, ἀξιωθῇ ἀντιλήψεως, ἀθλοφόρε, ὁ πιστὸς ἱκέτης σου, σοὶ τὴν ᾠδὴν ταύτην προσφωνεῖ, διὰ τῶν χειλέων, ἡμῶν τρισμάκαρ Γεώργιε· καὶ γὰρ ἐν μετανοίᾳ, ἡμᾶς ἐπίστρεψον καὶ ῥῦσαι τὸν ἐν νόσῳ κατάστικτον δοῦλον σου.

 

Δόξα.

 ς τοῦ Χριστοῦ, μάρτυς καὶ μέγας ἐν θαύμασι, καὶ προστάτης, ἐφ’ἡμᾶς καὶ ἔφορος, καὶ ἰατρὸς καὶ χειραγωγός, ἐκ τῆς συνεχούσης, νόσου καὶ πάσης κακώσεως, κινδύνου καὶ ἀνάγκης, τὸν σὸν μὲ ῥῦσαι νῦν ἱκέτην, τὸν πρὸς σὲ ἐκβοώντα Γεώργιε.

 

Καὶ νῦν.

 Πόνοις δεινοῖς, καὶ συνεχέσι βαλλόμενος, τῇ Παρθένω, σοὶ προσπίπτων σῶσον μέ, τῇ κραταιᾷ, σκέπῃ σου Ἁγνή, οἴκτειρον καὶ σῶσον κἀμέ τῇ θείᾳ πρεσβείᾳ σου, καὶ λύτρωσαι τῆς λύμης, καὶ δεινῆς ἀρρωστίας, καὶ τὰ ἄλγη μου πάντα θεράπευσον.

 

Ὠδὴ ἐ’. Ἵνα τὶ μὲ ἀπώσω.

Ἅγιε τοῦ Θεοῦ.

 Σωτηρίαν σὲ ἔχω εὐεργέτην προστάτην πρέσβυν πρὸς Κύριον, τὸν ἐν ἀθλοφόροις, μεγαλώνυμον θεῖε Γεώργιε, καὶ ζωῆς μου σκέπην, καὶ ἰατρὸν ἐν ἀσθενείᾳ, ἧς μὲ ῥῦσαι καὶ ῥῶσιν μοι δώρησαι.

 

Ἅγιε τοῦ Θεοῦ.

 λισθήσας εἰς βόθρον, τὸν τῆς ἀσθενείας πτοοῦμαι σύ Κύριε, τὴν δικαίαν κρίσιν, ἀλλ’οἰκτείρησον μὲ εὐσπλάγχνῳ ἐλέει σου, ὡς Θεὸς οἰκτιρμῶν, καὶ μετανοίας δός μοι τρόπους, ταῖς τοῦ σοῦ ἀθλοφόρου δεήσεσι.

 

Δόξα.

 κεσίαις οὖν Λόγε, τοῦ αὐτοῦ θεράποντος ὅλόν με ἔγειρον, νεκρωθέντα ὅλον, ἐν δεινῇ ἀσθενείᾳ καὶ ἴασαι, ἐξ αὐτῆς με μόνε, Δημιουργὲ καὶ δώρησαί μοι, τῶν πταισμάτων τὴν λύσιν Φιλάνθρωπε.

 

Καὶ νῦν.

 ν νυκτὶ τῇ τοῦ βίου, θύελλα κατέλαβε πάσης κακώσεως, ἐπεκάλυψε μέ, ἀσθενείας Παρθένε σκοτόμαινα, ἀλλ’ἀνάτειλόν μοι, ἀναψυχῆς Πάναγνε, φέγγος· καὶ πρὸς φῶς εὐρωστίας ὁδήγησον.

 

Ὠδὴ ς’. Ἰλάσθητί μοι Σωτήρ.

Ἅγιε τοῦ Θεοῦ.

Τῶν ἀθλοφόρων Χριστέ, τῶν θείων σου ὁ ταξίαρχος, νῦν δυσωπεὶ σὲ οἰκτρῶς ὁ μέγας Γεώργιος, τὸν δοῦλον σου ἔγειρον, ἐκ τῆς ἀσθενείας, τὸν προσπίπτοντα σοὶ σήμερον.

 

Ἅγιε τοῦ Θεοῦ.

 μέρας τε καὶ νυκτός, ᾠδὴν ἱκέσιον φέρει σοὶ ὁ ἀσθενῶν δοῦλος σός, τρισμάκαρ Γεώργιε· πόθων τοῦ θεάσασθαι διὰ σοῦ τὴν ῥῶσιν, καὶ πταισμάτων τὴν συγχώρησιν.

 

Δόξα.

 Νεκροὺς ἐγείρεις σοφέ, τῇ πρὸς Θεὸν παρρησία σου, καὶ ἀπὸ κλίνῃς τοὺς σούς, ἱκέτας Γεώργιε, κἀμέ τὸν ἱκέτην σου, ἔγειρον καὶ σῶσον, ἀσθενεία νεκρωθέντα μέ.

 

Καὶ νῦν.

 Μαρία τὸ καθαρόν, τῆς παρθενίας κειμήλιον, καθάρισον μὲ νυνί, ἐκ νόσου καὶ θλίψεως, καὶ τῆς συνεχούσης μέ, ἀσθενείας ῥῦσαι, ἵνα πόθω μεγαλύνω σε.

 

Διάσωσον ἀπὸ κινδύνων καὶ πάσης νόσου τὸν σὸν ἱκέτην, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, Γεώργιε στεφανῖτα Κυρίου.

 

χραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παρρησίαν.

 

Ὁ ἱερεὺς μνημονεύει, καὶ μετὰ τὴν ἐκφώνησιν, τὸ πάρον.

Κοντάκιον ἦχος β’.

Προστασία τῶν χριστιανῶν.

 Προστατεύειν οὐ μὴ παύσῃ τοῦ δούλου σοῦ, καὶ πρεσβεύειν ὑπὲρ τούτου Γεώργιε, μὴ οὖν παρίδῃς σῶν ἱκετῶν δεήσεων φωνάς, ἀλλὰ πρόσπεσον τῷ ποιητῇ εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν, εἰς τὴν βοήθειαν αὐτοῦ, ἀθλητὰ Χριστοῦ μου μέγιστε.

 

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει. τὸ Πᾶσα πνοή. εἴτα.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον.

Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν. καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη, καὶ διηκόνει αὐτοῖς. ὀψίας δὲ γενομένης, προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλε τὰ πνεύματα λόγω, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος· αὐτὸς τάς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τάς νόσους ἐβάστασεν. ἱδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτόν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν· καὶ προσελθὼν εἰς Γραμματεύς, εἶπεν Αὐτῷ· διδάσκαλε, ἀκολουθήσω σοὶ ὅπου ἐὰν ἀπέρχη. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει που τὴν κεφαλὴν κλίνῃ. ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ θάψαι τὸν πατέρα μου. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ. ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.

 

Δόξα. Ταῖς του ἀθλοφόρου

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

Ὅλην ἀποθέμενοι.

 γειρον τὸν δοῦλον σου, τὸν κατακείμενον νόσῳ, ἀθλητὰ Γεώργιε, καὶ ἠμᾶς ἀπάλλαξον ἱκεσίαις σου, τοὺς πρὸς σὲ πάντοτε, εὐσεβῶς ἅγιε, σοὶ προσπίπτοντας κραυγάζομεν, σῶσον ἐκ θλίψεως, πάσης καὶ κινδύνων καὶ οἴκτερον, καὶ ῥῶσιν τε πρυτάνευσον, καὶ εἰρήνην πᾶσι τὴν ἄνωθεν, τοῖς τῷ σῷ τεμένει, μονάζουσι καὶ λύτρωσαι λιμοῦ, λοιμοῦ, σεισμοὺ καὶ ποντόσεως, τούτους καὶ κακώσεως.

 

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμένος ἀπὸ σοῦ ἐκπορεύεται σοφέ, Γεώργιε τρισμάκαρ, ἀλλ’αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα διὰ σοῦ, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

 

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων, ὑπάρχων ἀθλοφόρε Κυρίου· σῷζε πάντας τοὺς πρὸς σέ, ταῖς πρεσβείαις σου μάρτυς, ὡς πολεμουμένων ἡ εἰρήνη, ὡς χειμαζομένων ἡ γαλήνη, ὡς ἄμεσος προστάτης ἡμῶν.

 

Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἅγιε τοῦ Θεοῦ.

Καὶ δροσίζει μὲ μάρτυς, καὶ καταψυχίζει ἡ μνήμη καὶ κλῆσίς σου, καὶ τὴν νόσον πᾶσαν ἰᾶταί μου καὶ παύει, στρατηλάτα Γεώργιε, καὶ πυρετοὺς ἐξ ἐμοῦ, ῥιζόθεν ῥήγνυται.

 

Ἅγιε τοῦ Θεοῦ.

 Τῆς πηγῆς τοῦ ἐλέους, τοῦ Χριστοῦ ὡς γνήσιος πέλων Γεώργιε, αὐτὸν οὖν ἐκδυσώπει, κἀμέ τοῦ ἰαθῆναι, ἐκ τῆς δεινῆς νόσου ἅγιε, οἵα προστάτης καὶ ῥύστης καὶ ἀντιλήπτωρ μου.

 

Δόξα.

 Καὶ ἡ κλῆσίς σου μόνη, καὶ ἡ μνήμη ἅγιε, καὶ ἡ ἐπίβλεψις, πρὸς τὸν ποθούμενόν μοι, σοῦ θεῖον χαρακτῆρα, ἀποδιώκει μου πᾶσαν ἀσθένειαν, καὶ τάς ὀδύνας ὠθεῖ, καὶ σῴζει μὲ σὸν δοῦλον.

 

Καὶ νῦν.

 πὸ πάσης ἀνάγκης, ἀπὸ νόσων παντοίων, κἀμέ διάσωσον, Παρθένε τὸν σὸν δοῦλον, δεινῶς περισχεθέντα, τὸν ἀπαύστως σοι ψάλλοντα, καὶ προσφυγόντα Ἁγνὴ τῇ θείᾳ σκέπῃ σου.

 

Ὠδὴ ἠ’. Ἐπταπλασίως κάμινος.

Ἅγιε τοῦ Θεοῦ.

 Σοὶ τῷ φωστῆρι κράζομεν, τῷ λαμπρῷ νῦν Γεώργιε, τὸν ἐπὶ τῆς κλίνης, ἀσθενεία κείμενον, ὡς δοῦλον σου οἴκτειρον, καὶ πρὸς αὐτὸν τὴν ἴασιν, χάρισαι πλουσίως, τὸν βοώντα τῷ Κτίστῃ· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἅγιε τοῦ Θεοῦ.

 να τῆς σῆς Γεώργιε, ἐπισκέψεως τεύξομαι, καὶ τῆς θεραπείας, τύχω τιτρωσκόμενος, τοιάσδε ὁ δοῦλος σοῦ, καθυποκύπτω καὶ τὴν ᾠδήν· νῦν διὰ τῶν σῶν βοώ σοι δούλων καὶ κράζω, μὴ παύσῃ ἀθλοφόρε, ὑπὲρ τῶν ἱκετῶν σου, Χριστῷ τοῦ ἱκετεύειν, ὑπὲρ ἡμῶν τρισμάκαρ.

 

Δόξα.

 Νενεκρωμένον ζώωσον, πληγωμένον θεράπευσον, καὶ ἀπεγνωσμένον, νῦν μὲ παραμύθησον, τρισμάκαρ Γεώργιε, τῶν θλιβομένων ἡ χαρμονή, καὶ τῶν ἀσθενούντων ἰατρὸς τῶν βοώντων· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖες ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Καὶ νῦν.

  κραταιὰ βοήθεια, καὶ βεβαία ἀντίληψις, τῶν ἀπηλπισμένων, ἡ ἐλπὶς Πανάμωμε, ἐπίσκεψαι κάμνοντα ὀδυνηρὼς τὸν δοῦλον σοῦ, κούφισον τὸ βάρος τῆς πικρὰς ἀσθενείας, ἀπέλασον τὴν νόσον, τῆς λοιμώδους ἀνάγκης, καὶ σῶσον τὸν σὸν δοῦλον, Παρθένε Θεοτόκε.

 

Ὠδὴ θ’. Ἐξέστη ἐπὶ τούτω ὁ οὐρανός.

Ἅγιε τοῦ Θεοῦ.

 Φερώνυμος ὡς ὄντως μάρτυς Χριστοῦ, ὁ θαυμάτων πληρώσας τὴν σύμπασαν, δεῖξον καὶ νῦν, ἕτερον θαυμάσιον ἐπ’ἐμοί, τῷ ἀναξίῳ δούλῳ σοῦ, νόσῳ τρυχωμένω σωματικὴ καὶ ψυχικὴ καὶ δός μοι, διττώς τε τὴν ὑγείαν, τροπαιοφόρε μάρτυς ἔνδοξε.

 

Ἅγιε τοῦ Θεοῦ.

 κύκλωσαν μὲ κύνες ὡσεὶ πολλοί, ἐξ ἀμέτρων πταισμάτων μου ἅγιε, αἱ συμφοραί, καὶ αἱ ἀσθένειαί μου αἱ δειναί. καὶ νῦν λοιπὸν προσπίπτω σοί, τῷ ἐμῷ προστάτῃ καὶ βοηθῷ ἐκ τούτων μὲ ἁπάντων, ἀπάλλαξον καὶ σῶσον, μάρτυς Γεώργιε τὸν δοῦλον σου.

 

Δόξα.

 υόμενος τοὺς δούλους σοῦ ἀθλητά, ἐκ παντοίων κινδύνων καὶ θλίψεων, νῦν καὶ τὸν σόν, τόν σοι προσφερόμενον τὴν ᾠδήν, ἐν κλίνῃ κατακείμενον, ἔγειρον ὑγείωσον τὸ αὐτοῦ, πραχθέντα σαῖς πρεσβείαις, ἐξάλειψον καὶ τοῦτον, ἐν πάσῃ μετανοίᾳ, τῷ βασιλεῖ Θεῶ παράστησον.

 

Καὶ νῦν.

 ς Κύριον τεκούσα τὸν συμπαθῆ συμπαθείας μὲ κόρη ἀξίωσον, καὶ χαλεπῆς, νόσου μὲ ἀπάλλαξον ταῖς λιταῖς, τοῦ θείου ἀθλοφόρου σοῦ, καὶ ἐν μετανοίᾳ καὶ προσευχή, τὸν βίον ἐκτελέσαι, ἱκέτευε τῷ Κτίστῃ, τῷ σῷ Υἱῷ Παρθένε Ἄχραντε.

 

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὸν τροπαιοῦχον, τὸν ἀειμακάριστον καὶ θεοκόσμητον, καὶ προστάτην καὶ φρουρὸν ἡμῶν. τὸν ἐκλελεγμένον ἐν τοῖς πιστοῖς, καὶ δεδοξασμένον, παρὰ πᾶσι τοῖς ἀθληταῖς, τὸν ἀδιαλείπτως Θεῶ παρεστηκότα, Γεώργιον τὸν μέγαν, ὕμνοις τιμήσωμεν.

 

Μεγαλυνάρια.

 Τὸν ἐν ἀθλοφόροις θαυματουργόν, ὑπερασπιστήν τε, τῶν ἀπόρων καὶ τῶν δεινῶς, κατατρυχωμένων ἐν πάσῃ ἀσθενείᾳ, σὲ νῦν ἐπικαλεῖται, μάρτυς ὁ δοῦλος σοῦ.

 

χεις παρρησίαν πρὸς τὸν Χριστόν, ὡς ἠγαπημένος, ὑπὲρ πάντας τοὺς ἀθλητάς, φάνηθι οὖν ῥύστης, ἡμῶν τε καὶ προστάτης, ὑγείωσον σὸν δοῦλον, μάκαρ Γεώργιε.

 

ς τῶν αἰχμαλώτων ὁ λυτρωτής, ὑπερασπιστής τε, τῶν πενήτων καὶ ἰατρός, τῶν ἐν ἀσθενείᾳ, δεινῶς κεκρατημένων, Γεώργιε ὑπάρχων, κάμε νῦν ἴασαι.

 

Σὲ καθικετεύει νῦν ἐν τῷ σῷ εὐαγεῖ τεμένει, δοῦλος ὁ ὑμέτερος δι’ἡμῶν, ὁ ἐν ἀσθενείᾳ Γεώργιε ὑπάρχων, ὅπως αὐτὼ δωρήσῃ, σοφὲ τὴν ἴασιν.

 

Δέξαι ὢ Γεώργιε ἀθλητά, λιτὰς τῶν σῶν δούλων, ἂς ἐκ στόματος ῥυπαροῦ, καὶ γλώττης βεβήλου, προσάγομεν αἰτοῦντες, ἁμαρτημάτων λύσιν, καὶ τὴν ἀνάρρωσιν.

 

Ταῖς τῶν ἀσωμάτων σοῦ λειτουργῶν, καὶ ἁγίων πάντων, ἱκεσίαις Χριστὲ Σωτήρ, καὶ τῆς σῆς Ἀχράντου, μητρὸς τὸν σὸν ἱκέτην, ἐν ἀσθενείᾳ ὄντα, σώσαι καὶ ἴασαι.

 

Καὶ τὰ λοιπὰ ὡς σύνηθες, καὶ ἀπόλυσις. εἴτα ψάλλομεν τὰ παρόντα προσόμοια, ἦχος β’.

 

Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.

 

 Πάντων προστατεύεις ἀθλητά, καὶ ὑπὲρ ἡμῶν νῦν πρεσβεύεις, Χριστῷ Γεώργιε, τῶν προσκαλουμένων σέ, ἐν τῷδε οἴκῳ τῷ σῷ, καὶ ἐκ θλίψεως ἅπαντας, κινδύνων καὶ νόσων, σῴζεις ἡμὰς ἅγιε, ὡς παρρησίας τυχών· ὅθεν τὸν σὸν δοῦλον ἐκ πάσης, νόσου συνεχόμενον σῶσον, καὶ τὴν κλίνης ἔγειρον καὶ ἴασαι.

 

Δέξαι τάς δεήσεις ἀφ’ἡμῶν, ἂς ὁ ἐπὶ κλίνῃς προσφέρει, σοὶ τῷ θεράποντι, τοῦ Χριστοῦ Γεώργιε, καὶ τοῦτον ἔγειρον, καὶ τῆς νόσου ἀπάλλαξον, αὐτοῦ ὡς προστάτης, ὡς φρουρός, ὡς ἔφορος, ὡς ἰατρὸς καὶ τροφεύς, πόθω γὰρ τὴν κλῆσίν σου φέρει, καὶ διαπαντὸς μνημονεύει, σοῦ καὶ τὴν εἰκόνα κατασπάζεται.

 

Δέξαι τὴν ἱκέσιον ᾠδήν, δέξαι μου τὸν θρῆνον στρατάρχα, δέξαι τὴν δέησιν, δέξαι μου τὰ δάκρυα, τὸν στεναγμὸν τῆς ψυχῆς, καὶ τὸν θρῆνον ἀφάνισον τὰ δάκρυα παῦσον, πάντα μεταρρύθμησον τὰ λυπηρὰ καὶ χαράν, δίδου τῷ τὴν σὴν ἐκζητούντι, θείαν προστασίαν καὶ σκέπην, ὁλοψύχω νεύσει ὦ Γεώργιε.

 

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σοῦ καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι Μῆτερ τοῦ Θεοῦ φύλαξον μὲ ὑπὸ τὴν σκέπην Σου.

 

κ παντοίων κινδύνων τοὺς δούλους Σοῦ φυλάττε εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου τὴν Σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτίρμων.

 

Δι’εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμάς.

 

Ποίημα Νήφωνος Μοναχοῦ, Ἁγιορείτου, Ἱερὰ Μονὴ Ξενοφῶντος, Ἅγιον Ὅρος.

Γεώργιος

Ο Γιώργος είναι απόφοιτος της Σχολής Διοίκησης Επιχειρήσεων του Πανεπιστημίου του Τορίνο (Ιταλία) και αριστούχος του μεταπτυχιακού τμήματος ΜΒΑ της αντίστοιχης σχολής του Πανεπιστημίου Kingston (Αγγλία). Ο παρόντας ιστότοπος είναι αποτέλεσμα της Ορθόδοξης πίστης του και της ευλάβειάς του στον Άγιο του οποίου το όνομα φέρει. More Posts

Αφήστε ένα σχόλιο

Το email σας δεν δημοσιεύεται.


*


ten + fifteen =